previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ δὲ αἴτιον ὅστις ἐθέλει φράζειν τοῦ πλήθεός τε καὶ μεγάθεος τῶν Ἰνδικῶν ποταμῶν, φραζέτω: ἐμοὶ δὲ καὶ [p. 6] ταῦτα ὡς ἀκοὴ ἀναγεγράφθω. [2] ἐπεὶ καὶ ἄλλων πολλῶν ποταμῶν οὐνόματα Μεγασθένης ἀνέγραψεν, οἳ ἔξω τοῦ Γάγγεώ τε καὶ τοῦ Ἰνδοῦ ἐκδιδοῦσιν: ἐς τὸν ἑῷόν τε καὶ μεσαμβρινὸν πόντον, ὥστε τοὺς πάντας ὀκτὼ καὶ πεντήκοντα λέγει ὅτι εἰσὶν Ἰνδικοὶ ποταμοί, ναυσίποροι πάντες. [3] ἀλλὰ οὐδὲ Μεγασθένης τὴν πολλὴν δοκέει μοι ἐπελθεῖν τῆς Ἰνδῶν χώρης, πλήν γε δὴ ὅτι πλεῦνα οἱ σὺν Ἀλεξάνδρῳ [τῷ Φιλίππου] ἐπῆλθεν: συγγενέσθαι γὰρ Σανδρακόττῳ λέγει, τῷ μεγίστῳ βασιλέι τῶν Ἰνδῶν, καὶ πώρῳ, ἔτι τούτου μέζονι. [4] οὗτος ὦν Μεγασθένης λέγει, οὔτε Ἰνδοὺς ἐπιστρατεῦσαι οὐδαμοῖσιν ἀνθρώποισιν, οὔτε Ἰνδοῖσιν ἄλλους ἀνθρώπους, [5] ἀλλὰ Σέσωστριν μὲν τὸν Αἰγύπτιον, τῆς Ἀσίης καταστρεψάμενον τὴν πολλὴν καὶ ἔστε ἐπὶ τὴν Εὐρώπην σὺν στρατιῇ [6] ἐλάσαντα ὀπίσω ἀπονοστῆσαι, Ἰδάνθυρσον δὲ τὸν Σκύθεα ἐκ Σκυθίης ὁρμηθέντα πολλὰ μὲν Ἀσίης ἔθνεα καταστρέψασθαι, ἐπελθεῖν δὲ καὶ τὴν Αἰγυπτίων γῆν κρατέοντα. [7] Σεμίραμιν δὲ τὴν Ἀσσυρίην ἐπιχειρέειν μὲν στέλλεσθαι ἐς Ἰνδούς, ἀποθανεῖν δὲ πρίν τέλος ἐπιθεῖναι τοῖσι βουλεύμασιν. ἀλλὰ Ἀλέξανδρον γὰρ στρατεῦσαι ἐπὶ Ἰνδοὺς μοῦνον. [8] χαἰ πρὸ Ἀλεξάνδρου Διονύσου μὲν πέρι πολλὸς λόγος κατέχει ὡς καὶ τούτου στρατεύσαντος ἐς Ἰνδοὺς καὶ καταστρεψαμένου Ἰνδούς, Ἡρακλέος δὲ πέρι οὐ πολλός. [9] Διονύσου μέν γε τῆς στρατηλασίης καὶ Νῦσα πόλις μνῆμα οὐ φαῦλον, καὶ Μηρὸς τὸ οὖρος, καὶ κισσὸς ὅστις ἐν τῷ οὔρεϊ τούτῳ φύεται, καὶ αὐτοὶ Ἰνδοὶ ὑπὸ τυμπάνων τε καὶ κυμβάλων στελλόμενοι ἐς τὰς μάχας, καὶ ἐσθὴς αὐτοῖσι κατάστικτος ἐοῦσα, κατάπερ τοῦ Διονύσου τοῖσι βάκχοισιν: Ἡρακλέος δὲ οὐ πολλὰ ὑπομνήματα. [10] ἀλλὰ τὴν Ἄορνον γὰρ πέτρην, ἥντινα Ἀλέξανδρος βίῃ ἐχειρώσατο, ὅτι Ἠρακλέης οὐ δυνατὸς ἐγένετο ἐξελεῖν, μακεδονικὸν [p. 7] δοκέει μοι κόμπασμα, κατάπερ ὦν καὶ τὸν Παραπάμοσον Καύκασον ἐκάλεον Μακεδόνες, οὐδέν τι προσήκοντα τοῦτον τῷ Καυκάσῳ. [11] καί τι καὶ ἄντρον ἐπιφρασθέντες ἐν Παραπαμισάδῃσι, τοῦτο ἔφασαν ἐκεῖνο εἶναι τοῦ Προμηθέος τοῦ Τιτῆνος τὸ ἄντρον, ἐν ὅτῳ ἐκρέματο ἐπὶ τῇ κλοπῇ τοῦ πυρός. [12] καὶ δὴ καὶ ἐν Σίβῃσιν, Ἰνδικῷ γένεϊ, ὅτι δορὰς ἀμπεχομένους εἶδον τοὺς Σίβας, ἀπὸ τῆς Ἡρακλέος στρατηλασίης ἔφασκον τοὺς ὑπολειφθέντας εἶναι τοὺς Σίβας: καὶ γὰρ καὶ σκυτάλην φορέουσιν οἱ Σίβαι, καὶ τῇσι βουσὶν αὐτῶν ῥόπαλον ἐπικέκαυται, καὶ τοῦτο ἐς μνήμην ἀνέφερον τοῦ ῥοπάλου τοῦ Ἡρακλέος. [13] εἰ δέ τῳ πιστὰ ταῦτα, ἄλλος ἂν οὗτος Ἡρακλέης εἴη, οὐχ Θηβαῖος Τύριος Αἰγύπτιος, τις καὶ κατὰ τὴν ἄνω χώρην τὴν οὐ πόρρω τῆς Ἰνδῶν γῆς ᾠκισμένην μέγας βασιλεύς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: